2 John

1 πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3ἔσται μεθ᾽ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ
 παρὰ = WH Treg NA/NIV: || παρὰ κυρίου = RP
παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν
 καινὴν γράφων σοι = Treg NA/NIV: || γράφων σοι καινὴν = WH RP
καινὴν γράφων σοι ⸃ ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6καὶ αὕτη ἐστὶν ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη
 ἡ ἐντολή ἐστιν = WH Treg NA/NIV: || ἐστιν ἡ ἐντολή = RP
ἐντολή ἐστιν ⸃, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7ὅτι πολλοὶ πλάνοι
 ἐξῆλθον = WH Treg NA/NIV: || εἰσῆλθόν = RP
ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν πλάνος καὶ ἀντίχριστος.
8βλέπετε ἑαυτούς, ἵνα μὴ
 ἀπολέσητε = WH Treg NA/NIV: || ἀπολέσωμεν = RP
ἀπολέσητε
 εἰργασάμεθα = WH RP NA: || εἰργάσασθε = Treg NIV
εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη
 ἀπολάβητε = WH Treg NA/NIV: || ἀπολάβωμεν = RP
ἀπολάβητε.
9πᾶς
 προάγων = WH Treg NA/NIV: || παραβαίνων = RP
προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· μένων ἐν τῇ
 διδαχῇ = WH Treg NA/NIV: || διδαχῇ τοῦ Χριστοῦ = RP
διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
10εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11
 λέγων γὰρ = WH Treg NA/NIV: || γὰρ λέγων = RP
λέγων γὰρ ⸃ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

12Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω
 γενέσθαι = WH Treg NA/NIV: || ἐλθεῖν = RP
γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα χαρὰ
 ὑμῶν = WH Treg: || ἡμῶν = NA/NIV RP
ὑμῶν
 πεπληρωμένη ᾖ = WH NA/NIV: || ᾖ πεπληρωμένη = Treg RP
πεπληρωμένη ᾖ ⸃.
13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς
 ἐκλεκτῆς = WH Treg NA/NIV: || ἐκλεκτῆς Ἀμήν = RP
ἐκλεκτῆς.



Copyright information for SBLG